Προσ Φιλιππησιουσ 4:11-14 Scrivener’s Textus Receptus 1894 (TR1894)

11. οὐχ ὅτι καθ’ ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμι, αὐτάρκης εἶναι.

12. οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι.

13. πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.

14. πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.

Προσ Φιλιππησιουσ 4