Προσ Θεσσαλονικεισ Α΄ 5:19-25 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

19. τὸ Πνεῦμα μὴ σβέννυτε,

20. προφητείας μὴ ἐξουθενεῖτε.

21. πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε·

22. ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.

23. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ τηρηθείη.

24. πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.

25. ᾿Αδελφοί, προσεύχεσθε περὶ ἡμῶν.

Προσ Θεσσαλονικεισ Α΄ 5