Πραξεισ Αποστολων 20:18-24 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

18. ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς· ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ᾿ ἧς ἐπέβην εἰς τὴν ᾿Ασίαν, πῶς μεθ᾿ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,

19. δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν ᾿Ιουδαίων,

20. ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾿ οἴκους,

21. διαμαρτυρόμενος ᾿Ιουδαίοις τε καὶ ῞Ελλησι τὴν εἰς τὸν Θεὸν μετάνοιαν καὶ πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν ᾿Ιησοῦν Χριστόν.

22. καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι εἰς ῾Ιερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς,

23. πλὴν ὅτι τὸ Πνεῦμα τὸ ῞Αγιον κατὰ πόλιν διαμαρτύρεται λέγον ὅτι δεσμά με καὶ θλίψεις μένουσιν.

24. ἀλλ᾿ οὐδενὸς λόγον ποιοῦμαι οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου ᾿Ιησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.

Πραξεισ Αποστολων 20