Κατα Λουκαν 1:49-54 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

49. ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸςκαὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,

50. καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶντοῖς φοβουμένοις αὐτόν.

51. Εποίησε κράτος ἐν βραχίονι αὐτοῦ,διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·

52. καθεῖλε δυνάστας ἀπὸ θρόνωνκαὶ ὕψωσε ταπεινούς,

53. πεινῶντας ἐνέπλησεν ἀγαθῶνκαὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

54. ἀντελάβετο ᾿Ισραὴλ παιδὸς αὐτοῦμνησθῆναι ἐλέους,

Κατα Λουκαν 1