Κατα Ιωαννην 4:1-4 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

1. Ὡς οὖν ἔγνω ὁ Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι ᾿Ιησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ ᾿Ιωάννης –

2. καίτοιγε ᾿Ιησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ –

3. ἀφῆκε τὴν ᾿Ιουδαίαν καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν.

4. ῎Εδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.

Κατα Ιωαννην 4