3. λέγων· μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
4. Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων· ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν ᾿Ισραήλ·
5. ἐκ φυλῆς ᾿Ιούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι,ἐκ φυλῆς ῾Ρουβὴν δώδεκα χιλιάδες,ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,
6. ἐκ φυλῆς ᾿Ασὴρ δώδεκα χιλιάδες,ἐκ φυλῆς Νεφθαλεὶμ δώδεκα χιλιάδες,ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,
7. ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες,ἐκ φυλῆς Λευῒ δώδεκα χιλιάδες,ἐκ φυλῆς ᾿Ισσάχαρ δώδεκα χιλιάδες,
8. ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες,ἐκ φυλῆς ᾿Ιωσὴφ δώδεκα χιλιάδες,ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.
9. Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·
10. καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες·ἡ σωτηρία τῷ Θεῷ ἡμῶντῷ καθημένῳ ἐπὶ τοῦ θρόνουκαὶ τῷ ἀρνίῳ.