11. καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ
12. λέγοντες· ἀμήν·ἡ εὐλογία καὶ ἡ δόξακαὶ ἡ σοφία καὶ ἡ εὐχαριστίακαὶ ἡ τιμὴ καὶ ἡ δύναμιςκαὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶνεἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
13. Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶ καὶ πόθεν ἦλθον;
14. καὶ εἴρηκα αὐτῷ· κύριέ μου, σὺ οἶδας. καὶ εἶπέ μοι·οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης,καὶ ἔπλυναν τὰς στολὰς αὐτῶνκαὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.