Αποκαλυψη Ιωαννου 19:1-4 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

1. Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων·ἀλληλούϊα·ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ Θεοῦ ἡμῶν,

2. ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ·ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην,ἥτις διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς,καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.

3. καὶ δεύτερον εἴρηκαν·ἀλληλούϊα·καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνειεἰς τοὺς αἰῶνας τῶν αἰώνων.

4. καὶ ἔπεσαν οἱ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι καὶ τὰ τέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες·ἀμήν, ἀλληλούϊα.

Αποκαλυψη Ιωαννου 19