4. Καὶ ὁ τρίτος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα.
5. Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος·δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος,ὅτι ταῦτα ἔκρινας·
6. ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν,καὶ αἷμα αὐτοῖς ἔδωκας πιεῖν·ἄξιοί εἰσι.
7. Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος·ναί, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ,ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
8. Καὶ ὁ τέταρτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι ἐν πυρὶ τοὺς ἀνθρώπους,
9. καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.