33. οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
34. Αἱ ⸀γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ⸀ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ ⸀ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει.
35. εἰ δέ τι ⸀μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ ⸂λαλεῖν ἐν ἐκκλησίᾳ⸃.
36. ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;