Προσ Κορινθιουσ Α΄ 11:1-3 Elzevir Textus Receptus 1624 (SBLG)

1. μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

2. Ἐπαινῶ δὲ ⸀ὑμᾶς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε.

3. θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ ⸀τοῦ Χριστοῦ ὁ θεός.

Προσ Κορινθιουσ Α΄ 11