Προσ Κολοσσαεισ 2:5-9 Elzevir Textus Receptus 1624 (SBLG)

5. εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.

6. Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε,

7. ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ ⸀βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε, ⸀περισσεύοντες ἐν εὐχαριστίᾳ.

8. Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·

9. ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,

Προσ Κολοσσαεισ 2