Προσ Εφεσιουσ 5:9-12 Elzevir Textus Receptus 1624 (SBLG)

9. ὁ γὰρ καρπὸς τοῦ ⸀φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,

10. δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ·

11. καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,

12. τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν·

Προσ Εφεσιουσ 5