7. ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως ⸀πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ ⸂δόξαν καὶ τιμὴν⸃ ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ.
8. ὃν οὐκ ⸀ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ ⸀ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,
9. κομιζόμενοι τὸ τέλος τῆς πίστεως ⸀ὑμῶν σωτηρίαν ψυχῶν.
10. Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες,