Κατα Μαρκον 9:1-3 Elzevir Textus Receptus 1624 (SBLG)

1. καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ⸂τῶν ὧδε⸃ ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

2. Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον ⸀καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν,

3. καὶ τὰ ἱμάτια αὐτοῦ ⸀ἐγένετο στίλβοντα λευκὰ ⸀λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται ⸀οὕτως λευκᾶναι.

Κατα Μαρκον 9