Κατα Μαρκον 13:21-26 Elzevir Textus Receptus 1624 (SBLG)

21. ⸀καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· ⸀Ἴδε ὧδε ὁ ⸀χριστός, ⸁Ἴδε ἐκεῖ, μὴ πιστεύετε·

22. ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ ⸀δυνατὸν τοὺς ἐκλεκτούς·

23. ὑμεῖς δὲ βλέπετε· ⸀προείρηκα ὑμῖν πάντα.

24. Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,

25. καὶ οἱ ἀστέρες ⸂ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες⸃, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.

26. καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης·

Κατα Μαρκον 13