Κατα Λουκαν 22:53-60 Elzevir Textus Receptus 1624 (SBLG)

53. καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ· ἀλλ’ αὕτη ⸂ἐστὶν ὑμῶν⸃ ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.

54. Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ ⸀εἰσήγαγον εἰς ⸂τὴν οἰκίαν⸃ τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.

55. ⸀περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ ⸀συγκαθισάντων ἐκάθητο ὁ Πέτρος ⸀μέσος αὐτῶν.

56. ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· Καὶ οὗτος σὺν αὐτῷ ἦν·

57. ὁ δὲ ⸀ἠρνήσατο λέγων· ⸂Οὐκ οἶδα αὐτόν, γύναι⸃.

58. καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ⸀ἔφη· Ἄνθρωπε, οὐκ εἰμί.

59. καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν·

60. εἶπεν δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ.

Κατα Λουκαν 22