45. καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν ⸂κοιμωμένους αὐτοὺς⸃ ἀπὸ τῆς λύπης,
46. καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
47. ⸀Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
48. ⸂Ἰησοῦς δὲ⸃ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
49. ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον ⸀εἶπαν· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;
50. καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν ⸂τοῦ ἀρχιερέως τὸν δοῦλον⸃ καὶ ἀφεῖλεν ⸂τὸ οὖς αὐτοῦ⸃ τὸ δεξιόν.