3. οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοῆτε πάντες ⸀ὁμοίως ἀπολεῖσθε.
4. ἢ ἐκεῖνοι οἱ ⸀δεκαοκτὼ ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι ⸀αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας ⸀τοὺς ἀνθρώπους τοὺς ⸀κατοικοῦντας Ἰερουσαλήμ;
5. οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ ⸀μετανοῆτε πάντες ⸀ὡσαύτως ἀπολεῖσθε.
6. Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις ⸂πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ⸃, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν.