1. Μετὰ ταῦτα ⸀ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ⸀ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα.
2. ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ ⸀Βηθεσδά, πέντε στοὰς ἔχουσα·
3. ἐν ταύταις κατέκειτο ⸀πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ⸀ξηρῶν.
5. ἦν δέ τις ἄνθρωπος ἐκεῖ ⸀τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ ⸀αὐτοῦ·